TLG 0639 001 :: MENECRATES :: Epistula [Sp.] MENECRATES Med. Epistula [Sp.] Citation: (Line) | ||
T | Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. | |
---|---|---|
1 | Σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολ‐ λύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σώζειν καὶ τοὺς εὐρώ‐ στους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, παρέχειν μέχρι | |
5 | γήρως ζῶντας. τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυ‐ φοροῦσιν, ἐμὲ δὲ καὶ οἱ θεοὶ μέλλοντες ἔσεσθαι· Ζεὺς | |
γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. | 399 |